Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.27 Dem. 20.29 (English) >>Dem. 20.31

20.28ὁρᾶθʼ ὡς σαφῶς, ἄνδρες Ἀθηναῖοι, μηδένʼ εἶναι τριηραρχίας ἀτελῆ διείρηκεν νόμος πλὴν τῶν ἐννέʼ ἀρχόντων. οὐκοῦν οἱ μὲν ἐλάττω κεκτημένοι τοῦ τριηραρχίας ἄξιʼ ἔχειν ἐν ταῖς εἰσφοραῖς συντελοῦσιν εἰς τὸν πόλεμον, οἱ δʼ ἐφικνούμενοι τοῦ τριηραρχεῖν εἰς ἀμφότερʼ ὑμῖν ὑπάρξουσι χρήσιμοι, καὶ τριηραρχεῖν καὶ εἰσφέρειν. τίνʼ οὖν ῥᾳστώνην τοῖς πολλοῖς σός, Λεπτίνη, ποιεῖ νόμος, εἰ μιᾶς δυοῖν φυλαῖν ἕνα χορηγὸν καθίστησιν, ὃς ἀνθʼ ἑνὸς ἄλλου τοῦθʼ ἅπαξ ποιήσας ἀπηλλάξεται; ἐγὼ μὲν οὐχ ὁρῶ. τῆς δέ γʼ αἰσχύνης ὅλην ἀναπίμπλησι τὴν πόλιν καὶ τῆς ἀπιστίας. οὔκουν ὅτε πολλῷ μείζονα βλάψει τῶν ὠφελειῶν ὧν ἔχει, προσήκει λελύσθαι παρὰ τοῖσδʼ αὐτόν; ἔγωγʼ ἂν φαίην.

20.29ἔτι δʼ, ἄνδρες δικασταί, διὰ τὸ γεγράφθαι ἐν τῷ νόμῳ διαρρήδην αὐτοῦμηδένα μήτε τῶν πολιτῶν μήτε τῶν ἰσοτελῶν μήτε τῶν ξένων εἶναι ἀτελῆ,” μὴ διῃρῆσθαι δʼ ὅτου ἀτελῆ, χορηγίας τινος ἄλλου τέλους, ἀλλʼ ἁπλῶςἀτελῆ μηδένα πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος,” καὶ ἐν μὲν τῷμηδέναπάντας περιλαμβάνειν τοὺς ἄλλους, ἐν δὲ τῷτῶν ξένωνμὴ διορίζειν τῶν οἰκούντων Ἀθήνησιν, ἀφαιρεῖται καὶ Λεύκωνα τὸν ἄρχοντα Βοσπόρου καὶ τοὺς παῖδας αὐτοῦ τὴν δωρειὰν ἣν ὑμεῖς ἔδοτʼ αὐτοῖς.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.27 Dem. 20.29 (English) >>Dem. 20.31

Powered by PhiloLogic